Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.290 | Joseph. BJ 3.298 (English) | >>Joseph. BJ 3.305 |
3.296μέσοι δὲ τοῖν δυοῖν κατειλούμενοι περιβόλων βύζην , πολλοὶ μὲν τοῖς ἀλλήλων , πολλοὶ δὲ τοῖς ἰδίοις περιεπείροντο ξίφεσιν , ἄπειροι δὲ ὑπὸ Ῥωμαίων ἔπιπτον
-- -- πέρας ἔθνησκον οὐ Ῥωμαίοις ἀλλὰ τοῖς ἰδίοις καταρώμενοι , μέχρι πάντες ἀπώλοντο μύριοι καὶ δισχίλιοι τὸν ἀριθμὸν ὄντες .
3.298κενὴν δὲ μαχίμων λογιζόμενος εἶναι τὴν πόλιν ὁ Τραϊανός , εἰ δὲ καί τινες ἔνδον εἶεν , οἰόμενος μηδὲν αὐτοὺς τολμήσειν ὑπὸ δέους , ἀνετίθει τῷ στρατηγῷ τὴν ἅλωσιν , καὶ στείλας ἀγγέλους πρὸς Οὐεσπασιανὸν ᾐτεῖτο πέμψαι τὸν υἱὸν αὐτῷ Τίτον ἐπιθήσοντα τῇ νίκῃ τέλος .
3.299ὁ δὲ συμβαλὼν ὑπολείπεσθαί τινα πόνον μετὰ στρατιᾶς τὸν υἱὸν ἐπιπέμπει πεντακοσίων μὲν ἱππέων χιλίων δὲ πεζῶν .
3.300ὁ δὲ πρὸς τὴν πόλιν ἐλθὼν διὰ τάχους καὶ διατάξας τὴν στρατιὰν ἐπὶ μὲν τοῦ λαιοῦ κέρως τὸν Τραϊανὸν ἵστησιν , αὐτὸς δὲ τὸ δεξιὸν ἔχων ἐξηγεῖτο πρὸς τὴν πολιορκίαν .
3.301τῶν δὲ στρατιωτῶν κλίμακας πάντοθεν τῷ τείχει προσφερόντων πρὸς ὀλίγον οἱ Γαλιλαῖοι καθύπερθεν ἀμυνόμενοι λείπουσιν τὸν περίβολον ,
3.302ἐπιπηδήσαντες δὲ οἱ περὶ τὸν Τίτον τῆς μὲν πόλεως ἐκράτησαν ταχέως , πρὸς δὲ τοὺς ἔνδον αὐτοῖς συστραφέντας καρτερὰ μάχη συρρήγνυται ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.290 | Joseph. BJ 3.298 (English) | >>Joseph. BJ 3.305 |